TLG 2458 002 :: MARCELLUS :: Fragmenta Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 443. Frr. 1–2 Citation: Fragment — (line) | ||
t1-2 | ΑΙΘΙΟΠΙΚΑ | |
1 | Schol. Platon. Tim.: Ἡ δὲ νῆσος] Ὅτι μὲν ἐγένετο τοιαύτη τις νῆσος καὶ τηλι‐ καύτη, δηλοῦσί τινες τῶν ἱστορούντων τὰ περὶ τῆς ἔξω θαλάσσης· εἶναι γὰρ ἐν τοῖς αὐτῶν χρόνοις ἑπτὰ | |
5 | μὲν νήσους ἐν ἐκείνῳ τῷ πελάγει Περσεφόνης ἱερὰς, τρεῖς μὲν ἄλλας ἀπλέτους, τὴν μὲν Πλούτωνος, τὴν δὲ Ἄμμωνος, μέσην δὲ τούτων ἄλλην Ποσειδῶνος χιλίων σταδίων τὸ μέγεθος. Καὶ τοὺς οἰκοῦντας ἐν αὐτῇ μνή‐ μην ἀπὸ τῶν προγόνων διασώζειν περὶ τῆς Ἀτλαντί‐ | |
---|---|---|
10 | δος, ὄντως γενομένης νήσου ἐκεῖ παμμεγεθεστάτης, ἣν ἐπὶ πολλὰς περιόδους δυναστεῦσαι πασῶν τῶν ἐν τῷ Ἀτλαντικῷ πελάγει νήσων, Ποσειδῶνος καὶ αὐτὴν οὖ‐ σαν ἱεράν. Ταῦτα μὲν οὖν Μάρκελλος ἐν τοῖς Αἰθιοπι‐ κοῖς γέγραφεν, ἡμεῖς δὲ ἀπὸ τῶν Πρόκλου ἐξελόντες | |
15 | παρεθέμεθα. | |
2 | Schol. Plat. Tim.: Καὶ γὰρ τοῦ αἰθέρος αὐτοῦ λέγει Μάρκελλος τὴν τοῦδε ψαύειν κορυφὴν, καὶ σκιὰν ἐκπέμπειν ἄχρι πεντακισχιλίων σταδίων· ἀπὸ γὰρ θʹ ὥρας ἡμερινῆς | |
5 | κρύπτεσθαι τὸν ἥλιον ὑπ’ αὐτοῦ μέχρι τελέας καταδύ‐ | |
σεως. | 443 |